ΟΥ ΔΕ ΚΑΚΙΟΝ ΕΣΤΙΝ ΑΘΛΗΤΩΝ ΓΕΝΟΥΣ
ΕΥΡΙΠΙΔΗΣ 480-406 Π.Χ.
κακῶν γὰρ ὄντων μυρίων καθ´ Ἑλλάδαοὐ δὲν κάκιόν ἐστιν ἀθλητῶν γένους·οἳ πρῶτα μὲν ζῆν οὔτε μανθάνουσιν εὖ οὔτ´ἂν δύναιντο· πῶς γὰρ ὅστις ἔστ´ἀνὴρ γνάθου τε δοῦλος νηδύος θ´ἡσσημένος κτήσαιτ´ἂν ὄλβον εἰς ὑπερβολὴν πατρός;...
τίς γὰρ παλαίσας εὖ, τίς ὠ κύπους ἀνὴρἢ δίσκον ἄρας ἢ γνάθον παίσας καλῶς πόλει πατρῷα στέφανον ἤρκεσεν λαβών;...
ἄνδρας χρὴ σοφούς τε κἀγαθοὺς φύλλοις στέφεσθαι, χὥστις ἡγεῖται πόλει κάλλιστα σώφρων καὶ δίκαιος ὢν ἀνήρ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου